Ancient Greek
Κατὰ Ὡριγένους τοῦ καὶ Ἀδαμαντίου μݲδݲ, τῆς δὲ ἀκολουθίας ξݲδݲ., Chapter 38
Epiphanius, Panarion (Adversus haereses) 38
Not analysed yet
38. Τὸ γάρ »ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάγὼ ἐάσο- μαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου« λεγόμενον ὑπὸ τοῦ θεοῦ τί ἄλλο διδάσκειν βούλεται ἢ ὅτι διὰ τοῦτο τὸ σῶμα πρῶτον ἀπο- κτέννυται καὶ θνῄσκει, ἴνα αὖθις ἀνασταθῇ καὶ ζήσῃ; πατάσσεται πρῶτον καὶ θραύεται, ἴνα σῷον αῦθις πλασθῇ καὶ ὑγιές. καὶ οὐδὲν ἐξελέσθαι ὅλως τὸ σύνολον τῆς μεγάλης καὶ κραταιᾶς αὐτοῦ κειρὸς πρὸς ἀπώλειαν καὶ ὄλεθρον σθένει, οὐ πῦρ, οὐ δάνατος, οὐ σκότος, οὐ χάος, χάος, οὐ φθορά. »τίς γὰρ ἡμᾶς« φησίν »χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ« Ι (ὃς ἐρμηνεύε- ται χεὶρ τοῦ πατρὸς καὶ λόγος), »θλίψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λι μὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; καθὼς γέγραπται· ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς«. ἀληθέστατα· ἵνα πληρωθῇ, καθὼς ἔφην, τό »ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἐάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται« »ἡμᾶς ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ« πρὸς ἀπώλειαν. διὸ καὶ »ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς«, ἵνα »ἀποθανόντες τῇ ἁμαρτίᾳ ζήσωμεν τῷ θεῷ«. καὶ ταῦτα μὲν μέχρι τοσούτου |διεσκέφθω· τὰ δὲ συνεχῆ τούτοις ὦδε πάλιν προχει- D633 ριστεον.