Ancient Greek
4.1 to 4.8
Epiphanius, Panarion (Adversus haereses) 4.1-16-8
Not analysed yet
4. Οἱ δὲ συνετοὶ κατακούσαντες τῆς περισσοτέρας αὐτῶν χλεύης καταγελάσαιεν τῆς μιμολογίας, ὡς ἕκαστος αὐτῶν ἕτερα παρὰ τὸν ἕτερον νομοθετεῖ ὡς βούλεται καὶ τῆς τόλμης ἑαυτοῦ οὐκ ἀνακόπτε- ται, ἀλλὰ ὅσαπερ δύναται ἕκαστος ἐπινοεῖ. καὶ τῶν ἔτι εἰς δεῦρο γεννωμένων παρ᾿ αὐτοῖς καὶ ἐπιφυομένων, οἳ καθ’ ἡμέραν εὑρίσκουσίν τι καινὸν εἰπεῖν καὶ φαντάσαι τοὺς ἐπαγομένους, χαλεπόν ἐστι πάντα τὰ τούτων *ζητῆσαι ἢ ἐξειπεῖν. ὅθεν ἀρκεσθήσομαι πάλιν τοῖς καὶ περὶ ταύτης τῆς αἱρέσεως εἰρημένοις, ἅτινα καὶ εἰς ἡμᾶς ἦλθεν ὑποδείξας. ἡ δὲ τοιαύτη διδασκαλία τίνι οὐκ ἂν σαφὴς εἴη ὡς μῦθός ἐστι καὶ χλεύη τὸ πᾶν; πόθεν γάρ, ὠ οὗτος σὺ ἢ οἱ πρὸ σοῦ, τὸ σῶμα εἰλήφατε; τὴν δὲ ψυχὴν πόθεν; τὸν δὲ ἐσώτατόν σου ἄνθρωπον πόθεν; καὶ εἰ μὲν ἄνωθεν ἀπὸ τοῦ ἄνω πνευματικοῦ, ὡς γέγεις δραματουργῶν καὶ ἐπαγγελίᾳ ἐλπίδος δεπφώσας τοὺς ὑπὸ σοῦ ἠπατημένους, ἵνα σκοπῷ τινι ἐπαρθέντες ὑποσυρῶσι τῇ σῇ γεγοητευμένοι δραματουργίᾳ, λέγε, τίς ἡ κοινωνία τοῦ ἄνω πνευματικοῦ πρὸς τὸ ὑλικόν; τίς ἴε ἡ τοῦ ὑλικοῦ πρὸς τὸ ψυχικόν; πῶς δὲ ὁ Δημιουργὸς τὰ μὴ ἑαυτοῦ ἐδημιούργει; πῶς δὲ ὁ ἄνω <πνευματικὸς> τὴν παρ᾿ αὐτοῦ δύναμιν πνευματικὴν παρέσχεν τῷ μὴ καλῶς ἐργασαμένῳ Δημιουργῷ; πόθεν δὲ ὁ Δημιουργὸς ἀναμίξας τὸ ἑαυτοῦ ψυχικὸν μετὰ τοῦ ὑλικοῦ τῇ ὕλῃ μᾶλλον ἠθέλησεν ἐγκαταδῆσαι τὴν ἑαυτοῦ δύναμιν; εἰ δὲ τὴν ἑαυτοῦ δύναμιν βούλεται ἐγκαταμῖξαι, οὐκ ἄρα ἀλλοτρία ἡ ὕλη. εἰ δὲ καὶ ἔστιν ἀλλοτρία, τίς αὐτῷ τῆς ὕλης παρέσχε τὴν ἐξουσίαν; καὶ πρῶτον λέγε μοι, ὠ ἀπατεών, πότερον μισῶν τὴν ψυχὴν κατέδησεν αὐτὴν τῇ ὕλῃ ἢ ἀγνοῶν τὸ ἐσόμενον; ἀλλ᾿ οἶδα ὅτι οὐδέτερον τούτων ἐρεῖς. ὕλην γὰρ οὐ λέγομεν τὸ σῶμα, μὴ γένοιτο, οὐδὲ τὰς τοῦ Μοῦ κτίσεις· ἀλλὰ ὕλην τινὰ οἶδεν ἡ γραφὴ μετὰ ταύτην τὴν φαύλην εἰς δὲ κατασκευὰς ἑκάστῃ τέχνη καὶ ἐργασίᾳ προκειμένην, ἄλλην τινά, λέγω δὲ τὴν ἐκ διανοίας φυομένην ῥυπαρὰν ἐνθύμησιν καὶ <τοὺς> βορβορώδεις λογισμοὺς ἁμαρτίας.