Ancient Greek
Κατὰ Ὀφιτῶν ݲ, τῆς δὲ ἀκολουθίας λݲζݲ., Chapter 4
Epiphanius, Panarion (Adversus haereses) 4.1-17
Not analysed yet
4. Εἶτα, φασίν, ἀποκεκλεισμένων τῶν ἄνω διὰ τῆς τοῦ Ἰαλδαβαὼθ ἐπινοίας οὑτοι οἱ ἀπ᾿ αὐτοῦ γεγεννημένοι ἑπτὰ υἱοὶ ἤτοι Αἰῶνες ἤτοι θεοὶ ἤτοι ἄγγελοι (καλοῦνται γὰρ παρ᾿ αὐτοῖς ὀνόμασι διαφόροις) κατὰ τὴν ἰδέαν τοῦ αὐτῶν πατρὸς Ἰαλδαβαὼθ ἔπλασαν τὸν ἄνθρωπον, οὐ ῥᾳδίως οὐδὲ ταχέως, ἀλλὰ τῷ αὐτῷ τρόπῳ ᾠ καὶ αἱ πρότεραι αἱρέσεις ἐμηχανήσαντο ἐν τῇ αὐτῶν κενοφωνίᾳ. φασὶ γὰρ καὶ οὗτοι· ἦν ἑρπετὸν ὁ ἄνθρωπος ὡς σκώληξ, μὴ δυνάμενος μήτε ἀνακύφειν μήτε ὀρθοῦσθαι.