Ancient Greek
4.2 to 4.5
Epiphanius, Panarion (Adversus haereses) 4.2-3-5
Not analysed yet
πρὸς ἐπιβουλὴν δὲ τοῦ Ἰαλδαβαὼβ ἡ ἄνω Μήτηρ ἡ καλουμένη Προύνικος, βουλομένη κενῶσαι τὸν Ιαλδαβαὼθ ἀπὸ τῆς αὐτοῦ δυνάμεως ἧς ἐξ αὐτῆς μετέσχεν, ἐνήργησεν ἐν αὐτῷ εἰς τὸν ἄνθρωπον τὸν ἀπὸ τῶν τέκνων αὐτοῦ πεπλασ- μένον, κενῶσαι τὴν αὐτοῦ δύναμιν καὶ ἀποστεῖλαι ἀπ᾿ αὐτοῦ σπινθῆρα ἐπὶ τὸν ἄνθρωπον (τὴν ψυχὴν δῆθεν) διανοουμένη. καὶ τότε, φησίν, ἔστη ὁ ἄνθρωπος ἐπὶ τοὺς πόδας καὶ ὑπερβέβηκε τῇ διανοίᾳ τοὺς ὀκτὼ οὐρανοὺς καὶ ἐπέγνω καὶ ᾔνεσε τὸν ἄνω Πατέρα τὸν ἐπάνω τοῦ Ἰαλδαβαώθ. καὶ τότε ὁ Ἰαλδαβαὼθ πόνῳ φερόμενος διὰ τὸ ἐπιγνωσθῆναι τὰ ἀνώτατα αὐτοῦ, ἐπέβλεψε κάτω έν πικρίᾳ πρὸς τὴν ὑποστάθμην τῆς ὕλης καὶ γεγέννηκε δύναμιν ὀφιόμορφον ἰδέαν ἔχουσαν, ὃν καὶ υἱὸν αὐτοῦ καλοῦσι. καὶ οὕτως οὑτος, φησίν, ἀπεστάλη καὶ ἠπάτησε τὴν Εὔαν. ἡ δὲ ἤκουσεν αὐτοῦ καὶ ἐπείσθη ὡς υἱῷ θεοῦ καὶ πεισθεῖσα ἔφαγεν ἀπὸ τοῦ ξύλου τῆς γνώσεως.