Ancient Greek
4.1 to 4.8
Epiphanius, Panarion (Adversus haereses) 4.1-24-8
Not analysed yet
4. Καὶ πάλιν περὶ τοῦ ἁγίου πνεύματος »ἐὰν ἀπέλθω, ἐκεῖνος ἔρχεται, τὸ πνεῦμα τῆς ἀληθείας«. πολὺ δὲ σαφέστατόν ἐστι τοῦτο τό »ἐγὼ ὑπάγω καὶ ἐκεῖνος ἔρχεται«. οὐκ εἶπεν »ἐγὼ ὑπάγω καὶ ἐγὼ ἔρχομαι«, ἀλλὰ ἀπὸ τοῦ »ἐγώ« καί »έκείνος« ἐσήμανεν ἐνυπόστατον τὸν υἱόν, ἐνυπόστατον τὸ ἄγιον πνεῦμα. καὶ πάλιν »τὸ πνεῦμα τῆς ἀληθείας τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ ἐκ τοῦ έμοῦ λαμβάνον«, ἴνα δείξῃ ένυπόστατον τὸν πατέρα, ἐνυπόστατον τὸν υἱὸν καὶ ἐνυπόστατον τὸ ἄγιον πνεῦμα. καὶ πάλιν δὲ ἐπὶ τοῦ Ἰορδάνου ἄνωθεν ὁ πατὴρ ἐλάλει, υἱὸς δὲ ἐν Ἰορδάνῃ κατήρχετο, τὸ δὲ πνεῦμα μεσαίτατον ἐν εἴδει περιστερᾶς ἐφαίνετο καὶ ἦλθεν ἐπ᾿ αὐτόν, καίτοι γε τοῦ πνεύματος μὴ φορέσαντος σάρκα μήτε ένδυσαμένου μένου σῶμα. διὰ δὲ τὸ μὴ ηομίζεσθαι συναλοιφὴν εἶναι πρὸς τὸν υἱόνκ, τὸ ἅγιον πνεῦμα σχηματίζεται ἐν εἴδει περιστερᾶς διὰ τὸ ἀπτάνεσθαι φύσει ἐνυπόστεατον τὸ πνεῦμα. πόθεν δὲ ἀλλαχόθεν οὐκ ἔχομεν δεῖξαι κατὰ τούτων τῶν τὴν φρενοβλάβειαν ἑαυτοῖς ἐγκισσώντων; εἰ μὲν γὰρ ἀληθεύει ἠ αὐτῶν διάνοια καὶ ὁ λόγος ὁ ἕωλος καὶ μὴ ἔχων σύστασιν μήτε δύναμιν μήτε συνέσεως λογισμὸν ἤ ἔμφασιν, ἄρα γοῦν ἐκβλητίαι εἰσὶν αἱ γραφαί, αἱ πάντηῃ μὲν πατέρα πατέρα γινώσκουσαι καὶ υἱὸν υἱὸν καὶ ἅγιον πνεῦμα ἅγιον πνεῦμα. Ἀλλὰ τί φάσκεις, ὦ οὗτος; μὴ πολυθεΐαν ἡγήσοιντο οἱ τὸ σέβας ἀληθινῶς τῇ τριάδι ποσφέροντες, οἵτινές εἰσιν υἱοὶ τῆς ἀληθείας καὶ τῆς μόνης ἀποστολικῆς καὶ καθολικῆς ἐκκλησίας; καὶ οὐχ οὕτως. τίς γὰρ οὐκ ἐρεῖ ἕνα θεὸν εἶναι τῆς ἀληθείας, πατέρα παντοκράτορα, ἐξ οὗπερ ὀ μονογενὴς υἱὸς ἐν ἀληθείᾳ θεὸς Λόγος, ἐνυπόστατος Λόγος, γεγεννημέιος ἀηλθινῶς ἐξ αὐτοῦ ἀνάρχως καὶ ἀχρόξνως; διὸ ἕνα θεὸν ἀσφαλῶς κηρύττει ἡ ἐκκλησία, πατέρα καὶ υἱόν· διότι »ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί, καὶ οἱ δύο ἕν ἐσμεν«, τουτέστιν μία θεότης καὶ ἓν θέλημα καὶ μία κυριότης.