Ancient Greek
4.9 to 4.12
Epiphanius, Panarion (Adversus haereses) 4.9-9-12
Not analysed yet
ἐξ αὐτοῦ δὲ τοῦ πατρὸς καὶ τὸ πνεῦμα ἐκπορεύεται, ἐνυπόστατον ὂν καὶ ἐν ἀληθείᾳ τέλειον, τὸ πνεῦμα τῆς ἀληθείας, τὸ φωτίζον τὰ πάντα, τὸ ἐκ τοῦ υἱοῦ λαμβάνον, τὸ πνεῦμα τοῦ πατρός. τὸ πενῦμα τοῦ Χριστοῦ. διὸ μίαν θεότητα οἶδεν ἡ ἐκκλησία· εἷς θεὸς ὁ τῆς ἀηλθείας πατήρ, πατὴρ τελείος ἐνυπόστατος καὶ υἱὸς υἱὸς τέλειος ἐνυπόστατος καὶ ἅγιον πνεῦμα ἅγιον πνεῦμα τέλειον ἐνυπόστατον, μία θεότης καὶ δεσποτεία μία κυριότης. διὸ πανταχοῦ σαφῶς κεκηρύχασιν αἰ θεῖαι γραφαὶ ἕνα θεόν, τουτέστιν τριάδα ὀμοούσιον, ἀεὶ οὖσαν τῆς αὐτῆς θεότητος, τῆς αὐτῆς κυριότητος. καὶ διέπεσεν ἐκ πανταχόθεν ὀ τῆς ἀνοησίας σου λόγος, ὦ Νόητε. τοίνυν φωνάς, σκοπῖν ἐξ ὑπαρχῆς χρὴ καὶ οὕτως τὰ αὐτοῦ κεφάλαια ἀνατρέπειν.