Ancient Greek
4.1 to 4.7
Epiphanius, Panarion (Adversus haereses) 4.1-5-7
Not analysed yet
4. Καὶ ἀνελήφθη εἰς οὐρανὸν ἐν αὐτῷ τῷ σώματι καὶ τῇ ψυχῇ καὶ τῷ νῷ, συνενώσας εἰς μίαν ἑνότητα καὶ μίαν πνευματικὴν ὑπόστασιν καὶ ἔνθεον ἀποτελέσας, ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός, πέμψας κήρυκας εἰς ὅλην τὴν οἰκουμένην ,Σίμωνα Πέτρον, Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην τοὺς υἱοὺς Ζεβεδαίου οὓς πάλαι ἐξελεξατο, Φίλιππον καὶ Βαρθολομαίον, Ματθαῖον Θωμᾶν τε καὶ Ἰούδαν καὶ Θαδδαῖον, Σίμωνα τὸν ζηλωτήν· Ἰούδας γὰρ ὁ Ἰσκαριώτης, εἰ καὶ πρώην ἐν τοῖς δώδεκα ἐψηφίζετο, λροδότης γενόμενος ἀπεετμήθη τοῦ ἁγίου τῶν ἀποστόλων καταλόγου. ἀνέστειλεν σὲ καὶ ἄλλους ἑβδομήκοντα δύο κηρύττειν, ἐξ ὡν ἠσαν οἱ ἑπτὰ οἱ ἐπὶ τῶν χηρῶν τεταγμένοι, Στέφανος Φίλιππος Πρόχορος Νικάνωρ Τίμων Παρμενᾶς καὶ Νικόλαος, πρὸ τούτων δὲ Ματθίας ὁ ἀντὶ Τούδα συμψηφισθεὶς μετὰ τῶν ἀποστόλων· μετὰ τούτους δὲ τοὺς ἑκτὰ καὶ Ματθίαν τὸν πρὸ αὐτῶν Μάρκον καὶ Λευκᾶν ,Ἰοῦστον, Βαρνάβαν καὶ Ἀπελλῆν, Ῥοῦφον, Νίγερα καὶ <τοὺς> ἑβδομήκοντα δύο. μετ’ αὐτοὺς δὲ πάντας καὶ σὺν αὐτοῖς Παῦλον τὸν ἅγιον ἀπόστολον διὰ φωνῆς ἰδίας ἀπ’ οὐρανοῦ ἀπόστολον ὁμοῦ καὶ ἐθνῶν Μνῶν καὶ πληρωτὴν ἀποστολικῆς διδασκαλίας ἐξελέγετο· ὃς εὑρίσκει τὸν ἅγιον Λουκᾶν, ὅντα τῶν ἑβδομήκοντα δύο τῶν διεσκορπισμένων 003E; ἐπιστρέψας καὶ ἀκόλουθον ἑαυτῷ ποιήσας συνεργὸν τοῦ εὐαγγελίου ὁμοῦ καὶ ἀπόστολον <ἀπέδειξεν> οὕτως ἐτελέσθη ἡ πᾶσα εὐαγγελιὴ πραγματεία ἴως τούτου τοῦ χρονου. Ἑσται δὲ μοι ὁ λόγος ἴως ὠδε περὶ τῶν εἴκοσι αἱρέσεων καὶ τῆς κατὰ δύναμιν ἀκολουθίας ἐν συντόμῳ μοι εἰρημένης εὐαγγελικῆς φωταγωγίας τῆς ἐν κόσμω διὰ τοῦ Χριστοῦ καὶ τῶν μαθητῶν αὐτοῦ γεγενημένης,