Ancient Greek
Ἐνδημία Χριστοῦ καὶ ἐνσάρκου παρουσίας καὶ ἀληθείας πρόσωπον· ἡ μία καὶ μόνη οὖσα τοῦ θεοῦ πίστις., Chapter 4
Epiphanius, Panarion (Adversus haereses) 4.8
Not analysed yet
οἱς τὰ ὅμοια συλλέξαι καὶ παραθέσθαι τὰ προθεσπίσματά τε καὶ τὰς προφητείας ἀπὸ νόμου τε καὶ ψαλμῶν καὶ τῶν ἄλλων τὰς ἀκολουθίας καὶ ἀγωγὰς ἔνεστιν ἰδεῖν καὶ τὴν ἀκρίβειαν κατα- λαβέσθαι, ὡς οὐ νόθος ἀλλὰ ἀληθὴς καὶ προκαταγγελθεῖσα ἀπὸ τῆς παλαιᾶς διαθήκης καὶ ἀναμφίβολός ἐστιν ἡ ἔνσαρκος τοῦ Χριστοῦ παρουσία καὶ εὐαγγελικὴ διδασκαλία. ἴνα δὲ μὴ εἰς ὄγκον παρεκτείνω τὴν τῆς συντάξεως πραγματείαν, τούτοις ἀρκεσθήσομαι.