Ancient Greek
4.1 to 4.3
Epiphanius, Panarion (Adversus haereses) 4.1-8-3
Not analysed yet
4. Παρελεύσομαι δὲ εἰς τὸν οἶκον τοῦ βυθοῦ τῆς θανατώδους αὐτῶν διηγήσεως (διάφορος γὰρ παρ' αὐτοῖς ἡ τῆς ἡδονῆς κακοδιδασκαλία), ὅτι πρῶτον μὲν κοινὰς τὰς ἑαυτῶν γυναῖκας ἔχουσι. καὶ εἴ τις ξένος παραγένοιτο τοῦ αὐτῶν δόγματος, σημεῖόν ἐστι παρ' αὐτοῖς ἀνδρῶν πρὸς γυναῖκας καὶ γυναικῶν πρὸς ἄνδρας, Ι ἐν τῷ P 86 ἐκτείνειν τὴν χεῖρα, δῆθεν εἰς ἀσπασμόν, ὑποκάτωθεν τῆς παλάμης Ψηλάφησίν τινα γαργαλισμοῦ ἐμποιεῖν, διὰ τούτου ὑποφαίνοντες ὡς τῆς αὐτῶν θρῃσκείας ἐστὶν ὁ παραγενόμενος. ἐντεῦθεν λοιπὸν ἐπιγνόντες ἀλλήλους τρέπονται εὐθὺς εἰς ἑστίασιν· δαψιλῆ δὲ τὰ ἐδέσματα κρεοφαγίας καὶ οἰνοποσίας παρατιθέασι, κἄν τε πένητες εἶεν. ἐκ τούτου δὲ συμποσιάσαντες καὶ ὡς ἔπος εἰπεῖν τὰς φλέβας τοῦ κόρου ἐμπλήσαντες ἑυτῶν εἰς οἶστρον τρέπονται.