Ancient Greek
Κατὰ Γνωστικῶν τῶν καὶ Βορβοριτῶν ݲ, τῆς δὲ ἐκολουθίας κݲςݲ., Chapter 4
Epiphanius, Panarion (Adversus haereses) 4.4-4
Not analysed yet
καὶ ὁ μὲν ἀνὴρ τῆς γυναικὸς ὑποχωρήσας φάσκει λέγων τῇ ἑαυτοῦ γυναικὶ ὅτι »ἀνάστα, ποίησον τὴν ἀγάπην μετὰ τοῦ ἀδελφοῦ«. οἱ δὲ τάλανες μιγέντες ἀλλήλοις καί, ὡς ἐπὶ ἀληθείας αἰσχύνομαι εἰπεῖν τὰ παρὰ τοῖς αὐτοῖς αἰσχρὰ πραττόμενα (ὅτι κατὰ τὸν ἅγιον ἀπόστολον τὰ αύτοῖς γινόμενα αἰσχρόν ἐστι καὶ λέγειν«), ὅμως οὐκ αἰσχυνθῶ λέγειν ἃ αὐτοὶ ποιεῖν οὐκ αἰσχύνονται, ἵνα κατὰ πάντα τρόπον φρῖξιν ἐργάσωμαι τοῖς ἀκούουσι τὰ παρ' αὐτῶν τολμώμενα αἰσχρουργήματα —