Ancient Greek
Κατὰ Σαμαρειτῶν, ἀπὸ Ἑλληνισμοῦ αἱρέσεως ݲ, τῆς δὲ ἀκολουθίας ݲ., Chapter 4
Epiphanius, Panarion (Adversus haereses) 4.10
Not analysed yet
οὐ περὶ νεκροῦ τοίνυν λέγει ὁ νόμος· εἰ δὲ καὶ περὶ νεκροῦ, ἀλλὰ περὶ ὁριζομένου λέγει ὁ νόμος. <π[ερὶ γὰρ οὐχ ὁριζομένου> λέγει γὰρ ὅτι »ἐὰν παρέλθῃ νεκρός, κλείσατε τὰς θύρας καὶ τὰς θυρίδας ὑμῶν, ἵνα μὴ μολυνθῇ ὁ οἶκος«, ὡσεὶ ἔλεγεν περὶ ἀκοῆς ἁμαρτίας ὅτι ἐὰν ἀκούσῃς φωνὴν τῆς ἁμαρτίας ἢ εἶδος παραπτώματος, κλεῖσον τὸν ὀφθαλμόν σου ἀπὸ ἐπιθυμίας καὶ στόμα ἀπὸ κακολογίας καὶ οὐς ἀπὸ ἐνηχήσεως πονηρᾶς, ἵνα μὴ νεκρωθῇ ὅλος ὁ οἶκος τουτέστιν ψυχὴ καὶ σῶμα.