Ancient Greek
4.11 to 4.13
Epiphanius, Panarion (Adversus haereses) 4.11-13
Not analysed yet
διὸ καὶ ὁ προφήτης λέγει »ἀνέβη θάνατος διὰ τῶν θυρίδων‘, καὶ οὐ πάντως περὶ τῶν θυρίδων τούτων λέγει· ἢ γὰρ κλείσαντες τὰς θυρίδας οὐδέποτε ἀποθανεῖν εἴχομεν. θυρίδες δὲ ἡμῖν ὑπάρχουσι τὰ τοῦ σώματος αἰσθητήρια, βλέμμα ἀκοὴ καὶ τὰ ἄλλα δι᾿ ὧν θάνατος εἰς ἡμᾶς εἰσπορεύεται, εἰ δι᾿ αὐτῶν ἁμαρτήσαιμεν. ἐνεταφίασε γοῦν ὁ Ἰωσὴφ τὸν Ἰσραὴλ καὶ οὐκ ἐβδελύξατο, καὶ μετὰ θάνατον ἐπιπεσὼν ἐπὶ πρόσωπον κατεφίλησε. καὶ οὐ γέγραπται ὅτι ἐλούσατο, ἵνα καθαρισθῇ. ἐνεταφίασαν οἱ ἄγγελοι, ὡς ἡ εἰς ἡμᾶς ἐλθοῦσα παράδοσις ἔχει, τὸ σῶμα Μωυσέως τοῦ ἁγίου καὶ οὐκ ἐλούσαντο, ἀλλ᾿ οὔτε ἐκοινώθησαν οἱ ἄγγελοι ἀπὸ τοῦ ἁγίου σώματος.