Ancient Greek
4.10 to 4.12
Epiphanius, Panarion (Adversus haereses) 4.10-3-12
Not analysed yet
οἱ δὲ ἄλλοι εὐαγγελισταὶ φάσκουσιν αὐτὸν ἐν τῇ ἐρήμῳ πεποιηκέναι τεσσαράκοντα ἡμέρας, πειραζόμενον ὑπὸ τοῦ διαβόλου, καὶ τότε ὑποστρέψαντα παραλαβεῖν τοὺς μαθητάς. καὶ οὐκ οἴδασιν οἱ ἀπαρακολούθητοι ὅτι ἑκάστῳ εὐαγγελιστῇ μεμελέτηται συμφώνως μὲν τοῖς ἑτέροις λαλῆσαι τὰ ὑπ᾿ ἐκείνων εἰρημένα, ἅμ δὲ τὰ μὴ ὑπ᾿ ἐκείνων ῥηθέντα, παραλειφθέντα δὲ οὕτως ἀποκαλύψαι· οὐ γὰρ ἦν αὐτῶν τὸ θέλημα, ἀλλὰ ἐκ πνεύματος ἁγίου ἡ ἀκολουθία καὶ ἡ διδασκαλία. εἰ γὰρ τούτου βούλονται ἐπιλαμβάνεσθαι, μαθέτωσαν ὅτι οἱ ἄλλοι τρεῖς οὐκ ἀπὸ τῆς αὐτῆς ἐνήρξαντο ἀκολουθίας. Ματθαῖος γὰρ πρῶτος ἄρχεται εὐαγγελίζεσθαι, τούτῳ γὰρ ἦν ἐπιτετραμμένον τὸ εὐαγγέλιον κηρῦξαι ἀπ᾿ ἀρχῆς, ὡς καὶ ἐν ἄλλῆ αἱρίεσει περὶ τούτου διὰ πλάτους εἰρήκαμεν· οὐδὲν δὲ ἡμᾶς λυπήσει καὶ αὖθις περὶ τῶν αὐτῶν διαλαβεῖν, εἰσ παράστασιν ἀληθείας καὶ ἔλεγχον τῶν πεπλανημένων.