Ancient Greek
κατὰ τῆς αἱρέσεως τῆς μὴ δεχομένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν λݲαݲ, τῆς δὲ ἀκολουθίας νݲαݲ., Chapter 5
Epiphanius, Panarion (Adversus haereses) 5.1-13
Not analysed yet
5. Οὗτος τοίνυν ὁ Ματθαῖος καταξιοῦται <πρῶτος κηρῦξαι> τὸ εὐαγγέλιον, ὡς ἔφην, καὶ δικαιότατα ἦν, ἔδει γὰρ τὸν ἐπὸ πολλῶν ἁμαρτημάτων ἐπιστρέψαντα καὶ ἀπὸ τοῦ τελωνείου ἀναστάντα καὶ ἀκολουθήσαντα τῷ ἐλθόντι ἐπὸ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων καὶ λέγοντι »οὐκ ἦλθον καλέσαι δικαίου, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν«, εἰς ὑπόδειγμα ἡμῆν τοῖς μέλλουσι σῴζεσθαι <ὁμοίως> τῷ ἐν τῷ τελωνείῳ ἀνάχθέντι καὶ ἀπὸ ἀδικίας ἀναστρέψαντι, <πρῶτον> παρασχέσθαι τὸ κήρυγμα τῆς σωτηρίας, ἵνα ἀπ᾿ αὐτοῦ μάθωσιν οἱ ἄνθρωποι τὴν τῆς παρουσίας φιλανθρωπίαν.