Ancient Greek
4.2 to 4.7
Epiphanius, Panarion (Adversus haereses) 4.2-2-7
Not analysed yet
οὗτος γὰρ ὁ Ἰώσηπος τῶν παρ᾿ αὐτοῖς ἀξιωματικῶν ἀνδρῶν ἐναρίθμιος ἠν. εἰσὶ δὲ οὗτοι <οἱ> μετὰ τὸν πατριάρχην, καλούμενοι. προσεδρεύουσι δὲ τῷ πατριάρχῃ καὶ σὺν αὐτῷ πολλάκις καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ συνεχῶς διάγουσι, διὰ τὸ συμβουλεύειν καὶ ἀναφέρειν αὐτῷ τὰ κατὰ τὸν νόμον. ὁ δὲ πατριάρχης κατ᾿ ἐκεῖνο καιροῦ Ἐλλὴλ τοὔνομα ἦν νομίζω γὰρ ὅτι οὕτως τὸ ὄνομα αὐτοῦ Ἰώσηπος ἔλεγεν, εἰ μὴ ἀπὸ τοῦ χρόνου σφάλλομαι), ἐκ γένους δὲ τοῦ Γαμαλιὴλ ἐτύγχανεν τοῦ παρ᾿ αὐτοῖς γενομένου πατριάρχου. ἔστι δὲ διανοηθῆναι, ὡς καὶ ἄλλοι οὕτως ὑπέθεντο, τούτους εἶναι γένους ἐκείνου τοῦ πρώτου Γαμαλιὴλ τοῦ ἐπὶ τοῦ σωτῆρος, τοῦ κατὰ θεὸν συμβουλεύσαντος ἀποσχέσθαι τῆς κατὰ τῶν ἀποστόλων ἐπηρείας. τελευτῶν δὲ ὁ Ἐλλὴλ ἠξίωσε τὸν κατ᾿ ἐκεῖνο καιροῦ ἐπόσκοπον πλησιόχωρον τῆς Τιβερι〈έ〉ων ὄντα καὶ ἐκομίσατο παρ’ αὐτοῦ τὸ ἅγιον λουτρὸν ἐπὶ τῇ ἐξόδῳ αὐτοῦ διὰ προφάσεως ἰατρικῆς ὑποθέσεως. μεταστειλάμενος γὰρ αὐτὸν διὰ τοῦ προειρημένου Ἰωσήπου ὡς ἰατρὸν ὄντα καὶ ποιήσας πάντας ἔξω γενέσθαι παρεκάλεσε τὸν ἐπίσκοπον λέγων »δώρησαί μοι τὴν ἐν Χριστῷ σφραγῖδα«. ὁ δὲ μετακαλεσάμενος τοὺς ἐξυπηρετουμένους προσέταξεν ὕδωρ ἑτοιμασθῆναι, ὡς τῆς νόσου ἕνεκα βοήθημά τι προσφέρειν μέλλων δι᾿ ὑδάτων νοσοῦντι βαρέως τῷ πατριάρχῃ. οἱ δὲ ἐποίησαν τὰ ἐπιτεταγμένα· οὐ γὰρ ἐγνώκεισαν. αἰδοῦς δὲ χάριν προφασισάμενος τοὺς πάντας ἔξω ποιήσας ὁ πατριάρχης τοῦ λουτροῦ καταξιοῦται καὶ μυστηρίων ἁγίων.