Ancient Greek
5.1 to 5.7
Epiphanius, Panarion (Adversus haereses) 5.1-4-7
Not analysed yet
5. Ὁ δὲ Ἰώσηπος ἐμοὶ αὐτῷ >διελέχθη. ἐκ στόματος γὰρ αὐτοῦ ἀκήκοα ταῦτα πάντα καὶ οὐκ ἀπὸ ἄλλου τινός, ἐν τῇ γηραλέᾳ αὐτοῦ ἡλικίᾳ, ὡς περί που ἐτῶν ἑβδομήκοντα γεγονότος αὐτοῦ ἢ καὶ πλειόνων. παρ᾿ αὐτῷ γὰρ κατήχθην ἐν Σκυθοπόλει· μεταναστὰς γὰρ τῆς Τιβεριάδος καὶ κτήσεις ἐκεῖ ἐν Σκυθοπόλει διαφανεῖς ἐκτήσατο. ἐν γὰρ τῇ οἰκίᾳ αὐτοῦ ὁ μακαρίτης Εὐσέβιος ὁ τῆς Ἰταλίας ἐπίσκοπος Βριγκέλλας πόλεως, ὡς ἐξωρίσθη ὑπὸ Κωνσταντίου διὰ τὴν πίστιν τῆς ὀρθοδοξίας, ἐξενίζετο καὶ ἐπὶ τὴν ἐπίσκεψιν τούτου ἐγώ τε καὶ οἱ ἄλλοι ἀδελφοὶ ἐκεῖσε γενόμενοι καὶ αὐτοὶ παρ᾿ αὐτῷ κατήχθημεν. συντυχόντες δὲ τῷ Ἰωσήπῳ ἐπὶ τῆς αὐτοῦ οἰκίας καὶ τὰ κατ᾿ αὐτὸν ἐρωτῶντες καὶ γνόντες ὅτι τῶν ἐμφανῶν ὑπῆρχεν παρὰ Ἰουδαίοις, ἀνετάζοντες καὶ τὴν κατ᾿ αὐτὸν ὑπόθεσιν καὶ πῶς εἰς τὸν Χριστιανισμὸν |μετῆλθεν, ἀκηκόαμεν ταῦτα πάντα σαφῶς D95 καὶ οὐκ ἀπὸ ἐνηχήσεως ἑτέρου τινός. ὅθεν καὶ ἀξιομνημόνευτα εἰς οἰκοδομὴν πιστῶν νομίσαντες τὰ κατὰ τὸν ἄνδρα πραγματευθέντα διὰ τὴν αἰτίαν τῶν ἐν τοῖς γαζοφυλακίοις εἰς Ἑβραΐδα μετατεθέντων *,οὐ παρέργως τὴν πᾶσαν αἰτίαν τοῦ προειρημένου Ἰωσήπου παρεθέμεθα. ἠν γὰρ ὁ ἀνὴρ οὐ μόνον Χριστιανὸς πιστὸς καταξιωθεὶς γενέσθαι, ἀλλὰ καὶ Ἀρειανοὺς σφόδρα στηλιτεύων. ἐν γὰρ τῇ πόλει ἐκείνῃ, Σκυθοπόλει φημί, μόνος οὑτος ὀρθόδοξος ὑπῆρχεν, πάντες δὲ Ἀρειανοί. καὶ εἰ μὴ ὅτι κόμης ἦν καὶ τὸ τοῦ κόμητος ἀξίωμα ἐκώλυεν ἀπ᾿ αὐτοῦ τὸν τῶν Ἀρειανῶν διωγμόν, ἐπεὶ] οὐκ ἂν ὑπέστη κἂν ἐν τῇ πόλει διατρίβειν ὁ ἀνήρ, μάλιστα ἐπὶ Πατροφίλου τοῦ Ἀρειανοῦ ἐπισκόπου τοῦ πολλὰ ἰσχύσαντος πλούτῳ τε καὶ αὐστηρίᾳ καὶ τῇ πρὸς τὸν βασιλέα Κωνστάντιον γνώσει τε καὶ παρρησίᾳ. ἦν δὲ καὶ ἄλλος τις νεώτερος ἐν τῇ πόλει ἀπὸ Ἑβραίων ὀρθῶς πιστεύων, ὃς οὔτε ἐτόλμα κατὰ τὸ φανερὸν *,ἀλλὰ κρυφίως ἡμᾶς ἐπεσκέπτετο.