Ancient Greek
Κατὰ Σατορνίλου, γ< γݲ ἀπὸ τῆς τοῦ κυρίου ἀκολουθίας κݲγݲ., Chapter 4
Epiphanius, Panarion (Adversus haereses) 4.5-3
Not analysed yet
ἔτι δὲ προσθείημεν αὐτὸν ἐρωτῶντες· λέγε ἡμῖν, ὠ οὑτος, ὁ διὰ θυρίδων παρακύψας (ἵνα χλευάσω τὴν σοῦ ληρῳδίαν) καὶ ἐν τῷ παρακύπτειν σκοπήσας ὡς ἐκτίσθησαν οἱ ἄγγελοι καὶ τὴν ὑπ' αὐτῶν περὶ τὸ ἀνθρώπινον πλάσμα *τεχνουργίαν τότε κατοπτεύσας καὶ τῆς ἄνωθεν δυνάμεως ἐξιχνεύσας τὴν μηχανοποιίαν, ᾔδεισαν οὗτοι τί πλάσσουσιν ἢ ἠγνόουν; ἀγνοοῦντες δὲ ὑπὸ τίνος ἠναγκάζοντο τὸ ἐν ἀγνωσίᾳ *ἐπιτελεῖν; οὐχί, φησίν, οὐκ ἠγνόουν· ᾔδεισαν γὰρ ὃ ἔμελλον πράττειν.