Ancient Greek
4.6 to 4.8
Epiphanius, Panarion (Adversus haereses) 4.6-2-8
Not analysed yet
ἡ τοίνυν ἄνωθεν δύναμις ᾔδει τούτους τοῦτο μέλλοντας ἐπιχειρεῖν ἢ ἠγνόει; οὐκ ἠγνόει. ἐποίησεν οὖν αὐτοὺς ἵνα τοῦτο πράξωσιν ἢ μή; οὐχί, φησίν· ἐποίησε γὰρ αὐτοὺς μόνον, οὑτοι δὲ παρὰ τὴν ἄνω δύναμιν ἐπεχείρησαν πρὸς τὸ ποιῆσαι πλάσμα. οὐκοῦν οὗτοι μὲν ᾔδεισαν, ἐκείνη δὲ ἡ ἄνω δύναμις ἠγνόει κατὰ τὸν σοῦ λόγον, ὠ πάντων ἀνθρώπων ἀβέλτερε. καὶ ἔσται μὲν ἡ τῶν ἀνθρώπων κατασκευὴ σύστασις καὶ οἱ αἴτιοι ταύτης ἄγγελοι ἐν γνώσει, ἡ δὲ τοὺς ἀγγέλους ποιήσασα δύναμις ἐν ἀγνωσίᾳ. ληρῶδες δ᾿ ἂν εἴη τοῦτο καὶ ἠλίθιον, ὅτι μᾶλλον ἐντελέστερον τελέστερον τὸ ἔργον τοῦ τεχνίτου καὶ ὁ τεχνίτης ἀδρανέστερος τῶν ὑπ᾿ αὐτοῦ γενομἐνων ἀγγέλων, αἰτίων ὄντων τῆς ἀνθρωπείας συστάσεως. ὥστε οὖν ἐξ ἅπαντος ἀνάγκῃ ὁμολογήσειας ἂν ἐπὶ τὸν αὐτὸν ποιητὴν τὸν ἕνα καὶ ἐπὶ τὴν μίαν μοναρχίαν <δεὸμ> τὸ πᾶν ἄγειν.