Ancient Greek
4.6 to 4.7
Epiphanius, Panarion (Adversus haereses) 4.6-3-7
Not analysed yet
τί δὲ ἀλλ' ὅτι πᾶσαν ἀρρητουργίαν καὶ ἀθέμιτον πρᾶξιν, ἥν οὐ θεμιτὸν ἐπὶ στόματος φέρειν, οὑτοι πράττουσιν καὶ πᾶν εἶδος ἀνδροβασιῶν καὶ λαγνιστέρων ὁμιλιῶν πρὸς γυναῖκας ἐν ἑκάστῳ μέλει σώματος· μαγείας τε καὶ φαρμακείας καὶ εἰδωλολατρείας ἐκτελοῦντες τοῦτο εἶαναί φασιν ἐργασίαν ἀποδόσεως τῶν ἐν τῷ σώματι ὀφλημάτων εἰς τὸ μηκέτι ἐγκαλεῖσθαι ἤ μἐλλειν τι πράξεως ἔργον ἀπαιτεῖσθαι, καὶ τούτου ἕνεκα μὴ ἀποστρέφεσθαι τὴν ψυχὴν μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν καὶ πάλιν εἰς μετενσωμάτωσιν καὶ μεταγγισμὸν χωρεῖν.