Ancient Greek
Κατὰ Καρποκρασίων ζ, τῆς δὲ ἀκολουθίας κζ., Chapter 4
Epiphanius, Panarion (Adversus haereses) 4.4-5
Not analysed yet
καὶ ταῦτα πάντα ἐόν τις πράξῃ ἐν τῇ μιᾷ ταύτῃ παρουσίᾳ, οὐκέτι μετενσωματοῦται αὐτοῦ ἡ ψυχὴ εἰς τὸ πάλιν ἀντικαταβληθῆναι, ἀλλὰ ὑπὸ ἓν ποιήσασα πᾶσαν πρᾶξιν ἀπαλλαγήσεται, ἐλευθερωθεῖσα καὶ μηκέτι χρεωστοῦσά τι τῶν πρὸς πρᾶξιν έν τῷ κόσμῳ. ποίαν δὲ πρᾶξιν δέδια πάλιν εἰπεῖν, μὴ βορβόρου δίκην κεκαλυμμένου ὀχετὸν ἀποκαλύψω καί τισι δόξω λοιμώδους δὐσοδμίας ἐργάζεσθαι τὴν ἐμφόρησιν. ἀλλ’ ὅμως ἐπειδήπερ ἐξ ἀληθείας συνεχόμεθα τὰ παρὰ τοῖς ἠπατημένοις ἀποκαλύψαι, σεμνότερον εἰπεῖν τε καὶ τῆς ἀληθείας μὴ ἔξω βαίνειν ἐμαυτὸν καταναγκάσω.