Ancient Greek
Κατὰ μελχισεδεκιανῶν λε, τῆς δὲ άκολουθίας νݲεݲ., Chapter 5
Epiphanius, Panarion (Adversus haereses) 5-13
Not analysed yet
5. Φαντάζονται δὲ πάλιν ἄλλοι, <ἄλλα> περὶ τούτου τοῦ Μελχισεδὲκ λέγοντες. σαρκικῶς γὰρ οἱ τοιοῦτοι ἀνεκρίθησαν, πνευματικῶς μὴ νενοηκότες τὰ ὑπὸ τοῦ ἁγίου ἀποστόλου ἐν τῇ αὐτῇ ἐπιστολῇ τῇ πρὸς Ἑβραίους εἰρημένα. καὶ ὁ μὲν Ἱερακᾶς ὁ Αἱγύπτιος αἱρεσιάρχης τό »άφομοιούμενος, φησί, τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές«· ὡς ἀπὸ τῆς λέξεως ἧς εἶπεν ὁἅγιος ἀπόστολος »τὸ δὲ πνεῦμα ὑπερεντυγχὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις«. ὁ δὲ ἐπιστάμενος τὸ φρόνημα τοῦ πνεύματος οἶδεν ὅτι ὑπὲρ ἐκλ. εκτῶν ἐντυγχάνει τῷ θεῷ. ἐξέπεσε δὲ καὶ οὗτος παντελῶς τοῦ προκειμένου. οὐ γὰρ σύρκα ἐνεδύσατο τὸ πνεῦμά ποτε· σύρκα δὲ μὴ ἐνδυσάμενον οὐκ εἶχεν εἶναι βασιλεὺς τῆς Σαλὴμ καὶ ἱερεὺς τόπου τινός. καιρῷ δὲ ὅτε περὶ τούτου τοῦ Ἱερακᾶ καὶ τῆς αὐτοὺ αἱρέσεως τὴν ἀνατροπὴν ποιήσομαι, τότε ἐν πλάτει περὶ τούτων διηγήσομαι, τῆς δὲ ἀκολουθίας τὰ νῦν ἐπιλήψομαι.