Ancient Greek
Κατὰ Βασιλείδου 6, τῆς δὲ ἀκολουθίας κδ., Chapter 5
Epiphanius, Panarion (Adversus haereses) 5-4
Not analysed yet
5. Φωραθήσεται δὲ οὗτος διαβολικὴν δύναμιν εἰσηγούμενος κατὰ τῶν ψυχῶν, ἀπαρνησιθεΐαν αὐτὰς ἐκδιδάσκων, ὁπότε αὐτὸς ὁ κύριός φησι »τὸν ἀρνούμενόν με ἐνώπιον τῶν ἀνθρώπων ἀρνήσομαι ἐνώπιον τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς‘. ἀλλά φησιν ὁ ἀγύρτης· »ἡμεῖς, φησίν, ἐσμὲν οἱ ἄνθρωποι, οἱ δὲ ἄλλοι πάντες ὕες καὶ κύνες. καὶ διὰ τοῦτο εἶπεν· μὴ βάλητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων μηδὲ δῶτε τὸ ἅγιον τοῖς κυσίν«. κρύπτει γὰρ ἑαυτοῦ τὴν ἀδικίαν ἀπὸ τῶν νοῦν ἐχόντων, ἀποκαλύπτει δὲ τῇ ἑαυτοῦ φατρίᾳ καὶ τοῖς ὑπ' αὐτοῦ ἠπατημένοις. ἐπειδὴ γὰρ ἀληθῶς τὰ παρ’ αὐτοῖς λεγόμενα καὶ γινόμενα »αἰσχρόν ἐστι καὶ λέγειν«, λέγει ὅτι »ἐνώπιον τῶν ἀνθρώπων‘ δεῖ ὁμολογεῖν τὴν ἀλήθειαν· »ἡμεῖς γάρ ἐσμεν οἶ ἄνθρωποι, οἱ δὲ ἄλλοι ὕες καὶ κύνες«, ὡς προεῖπον. φάσκει δὲ ὅλως περὶ πατρὸς τοῦ ἑαυτοῦ μυστηρίου μηδενὶ <δεῖν> ἀποκαλύπτειν, ἀλλὰ σιγῇ ἔχειν ἐν ἑνὶ δὲ ἀπὸ χιλίων ἀποκαλύπτειν καὶ δυσὶν ἀπὸ μυρίων, καὶ ὑποτίθεται τοῖς αὐτοῦ μαθηταῖς λέγων ὅτι »σὺ πάντας γίνωσκε, σὲ δὲ μηδεὶς γινωσκέτω«. αὐτὸς δὲ κοὶ οἱ ἀπ' αὐτοῦ ἐρωτώμενοι Ἰουδαίους μὲν ἑαυτοὺς μηκέτι εἶναι φάσκουσι, Χριστιανοὺς δὲ μηδέπω γεγενῆσθαι, ἀλλὰ ἀρνεῖσθαι πάντοτε, ἔχειν δὲ ἐν ἑαυτῷ σιγῇ τὴν πίστιν καὶ μηδενὶ ὑποδεικνύναι, τὴν αἰσχύνην ἑαυτοῦ ὑφορώμενος διὰ τὸ ἀπαρρησίαστον τῆς αἰσχρουργίας καὶ κακῆς αὐτοῦ διδασκαλίας.