Ancient Greek
Κατὰ Κηρινθιανῶνἤτοι Μηρινθιανῶν ݲ, τῆς δὲ ἀκολουθίας ݲ., Chapter 5
Epiphanius, Panarion (Adversus haereses) 5-7
Not analysed yet
5. Χρῶνται γὰρ τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ —ἀπὸ μέρους καὶ οὐχὶ ὅλῳ, ἀλλὰ διὰ τὴν γενεαλογίαν τὴν ἔνσαρκον —καὶ ταύτην μαρτυρίαν φέρουσιν, ἀπὸ τοῦ εὐαγγελίου πόλιν λέγοντες ὅτι »ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος«. τί οὑν, φησί; περιετμήθη ὁ Ἰησοῦς, περιτμήθητι καὶ αὐτός. Χριστὸς κατὰ νόμον. φησίν, ἐπολιτεύσατο, καὶ αὐτὸς τὰ ἵσα ποίησον. ὅθεν καί τινες ἐκ τούτων ὡς ὑπὸ δηλητηρίων ὑφαρπαχθέντες πείθονται ταῖς πιθανολογίαις διὰ τὸ τὸν Χριστὸν περιτετμῆσθαι. τὸν δὲ Παῦλον άθετοῦσι διὰ τὸ μὴ πείθεσθαι τῇ περιτομῇ. ἀλλὰ καὶ ἐκβάλλουσιν αὐτὸν διὰ τὸ εἰρηκέναι »ὅσοι ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε«, καὶ ὅτι »ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὤφελήσει«.