Ancient Greek
Κατὰ Νοητιανῶν λݲζݲ, τῆς δὲ ἀκολουθέας νݲςݲ., Chapter 5
Epiphanius, Panarion (Adversus haereses) 5.1-15
Not analysed yet
5. Πρῶτον μὲν οὖν ἐπιδὴ παρήγαγε τὸ κεφάλαιον ὅτι »εἷς θεός, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος Ἰησοῦς χριστός, δι᾿ ὃς τὰ πάντα καὶ ἡμεῖς δι᾿ αὐτοῦ«, οὐχ ὁρᾷς ὅτι λέγων »εἷς θεός, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν«, πῶς τὴν μίαν ἀρχὴν σημαίνει ἵνα μή εἰς πολλὰς ἀρχὰς τρέψὴ τὴν διάνοιαν καὶ εἰς πολυθεΐαν ἀγάγῃ τῆς πολυθεΐας;