Ancient Greek
5.1 to 5.5
Epiphanius, Panarion (Adversus haereses) 5.1-9-5
Not analysed yet
5. Εἶτα ὅταν ταύτην τὴν μωρίαν διηγήσωνται καὶ τὸ γελοῖον τῆς ἐπιτηδεύσεως ταύτης, τὴν τραγικὴν ὡς εἰπεῖν ποιησάμενοι ὑπόθεσιν καὶ τὸ κωμικὸν τοῦτο δρᾶμα, ἄρχονταί τινα ἡμῖν ὑποφαίνειν εἰς παράστασιν τῶν παρ᾿ αὐτοῖς λεγομένων ψευδῶν θεῶν ὅτι »οὐχὶ καὶ τὰ ἔγκατα ἡμῶν, δι᾿ ὧν ζῶμεν καὶ τρεφόμεθα, ὀφιοειδῆ ὑπάρχει; ‘ἄλλα δὲ ὅσα τοῖς ἠπατημένοις παρεισφέρουσιν εἰς τὴν ἑαυτῶν πλάνην καὶ ληρώδη ὑπόνοιαν. διὰ τοιαύτην δὲ αἰτίαν, φασί, τὸν ὄφιν δοξάζομεν, ὅτι ὁ ὄφις αἴτιος τῆς γνώσεως γεγένηται τῷ πλήθει. ὁ δὲ Ἰαλδαβαώθ, φασίν, οὐκ ἤθελεν μνησθῆναι τὴν ἄνω Μητέρα οὔτε τὸν Πατέρα τοῖς ἀνθρώποις. ἔπεισε δὲ ὁ ὄφις καὶ γνῶσιν ἤνεγκεν, ἐδίδαξέν τε τὸν ἄνθρωπον καὶ τὴν γυναῖκα τῶν ἄνω μυστηρίων τὸ πᾶν τῆς γνώσεως. διὸ ὁ πατὴρ ὀργισθείς, τουτέστιν ὁ Ἰαλδαβαώθ, δέ ἣν ὑπέδειξεν τοῖς ἀνθρώποις γνῶσιν, κατέβαλεν αὐτὸν ἀπ᾿ αὐρανοῦ. καὶ ἔνθεν βασιλέα τὸν ὄφιν ἀπ᾿ οὐρανοῦ λέγουσιν οἱ τὴν μερίδα τοῦ ὄφεως καὶ οὐδὲν ἕτερον κεκτημένοι. δοξάζουσιν οὐν αὐτὸν διὰ τὴν τοιαύτην, φασί, γνῶσιν καὶ ἄρτον αὐτῷ προσφέρουσιν.