Ancient Greek
5.2 to 5.8
Epiphanius, Panarion (Adversus haereses) 5.2-8
Not analysed yet
διαιρεῖται Τε καὶ εἰς τὸ τυπικὸν καὶ αυμβολικὸν τὸ κατ’ εἰκόνα τῶν πνευματικῶν καὶ διαφε- ρόντων νομοθετηθέν· ὅ μετέθηκεν ὁ σωτὴρ ἀπὸ αἰσθητοῦ καὶ καφινομένου επι το πνευματικον κα αορατον. καὶ ἐστι με) ὁ τοῦ δεοῦ νόμος, ὁ καθαρὸς καὶ ἀσύμπλοκος τῷ χείρονι, αὐτὴ ἡ δεκάλογος, οἱ δέκα λόγοι ἐκεῖνοι οἱ ἐν ταῖς δυσὶ πλαξὶ δεδιχασμένοι, εἴς τε ἀναίρεσιν τῶι ἀφεχτέων καὶ εἰς πρόσταξιν τῶν ποιη- τέων, οἵ καίπερ καθαρὰν ἔχοντες τὴν νομοθεσίαν, μὴ ἔχοντες δὲ τὸ τέλειν, εδέοντο τῆς παρὰ τοῦ σωτῆρος πληρώσεως. ὁ δέ ἐστι] συμπεπλεγμένος τῇ δικίᾳ, οὖτος ὁ κατὰ τὴν ἄμυναν καὶ ἀνταπόδοσιν τῶν προκδικησάντων κείμενος, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόνται ἀντὶ ὀδόντος ἐκκόπτεσθαι κελεύων καὶ φόνον ἀντὶ φόνου ἀμύνασθαι· οὐδὲν γὰρ ἦττον καὶ ὁ δεύτερος ἀδικῶν ἀδικεῖ, τῇ τάξει μόνον διαλλάσσων τὸ αὐτὸ ἐργαζόμενος ἔργον. τοῦτο δὲ τὸ πρόσταγμα δίκαιον μὲν ἄλλως καὶ ἦν καὶ ἔστι, διὰ τὴν ἀσθένειαν τῶι νομοθετηδέντων ἐν παρεκβάσειδ τοῦ καθαροῦ νόμου τεθέν, ἀνοίκειον δὲ τῇ τοῦ πατρὸς τῶν ὅλων φύσει τε καὶ ἀγαθότητι. ἴσως δὲ τοῦτο κατάλληλον, ἐπάναγκες δὲ μᾶλλον· ὁ γὰρ καὶ τὸν ἔνα φόνον οὐ βουλόμενος ἔσεσθσι ἐν τῷ γέγειν »οὐ φονεύσεις«, προστάξας τὸν φονέα ἀντιφονεύεσθαι, δεύτερον νόμον νομοθετῶν καὶ δυσὶ φόνοις βραβεύων ὁ τὸν ἕνα ἀπαγορεύσας ἔλαθεν ἑαυτὸν ὐπ᾿ ἀνάγκης κλαπείς. διὸ δὴ ὁ ἀπ’ ἐκείνου παραγενόμενος υἱὸς τοῦτο τὸ μέρος τοῦ νόμου ἀνῄρηκεν, ὁμολογήσας καὶ αὐτὸ εἶναι τοῦ θεοῦ, <ὥσπερ> ἔν τοῖς ἄλλοις †καταριθμεῖται τῇ παλαιᾷ αἱρέσει καὶ ἐν οἶς ἔφη »ὁ θεὸς εἰπών· ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω«. τὸ δέ ἐστι μέρος αὐτοῦ τυπικόν, τὸ κατ’ εἰκόνα τῶν πνευματικῶν καὶ διαφερόντῶν κείμενον, τὰ ἐν προσφοραῖς λέγω καὶ περιτομῇ καὶ σαββάτῳ καὶ νηστείᾳ καὶ πάΠα καὶ ἀζύμοις καὶ τοῖς τοιούτοις νομοθετηδέντα.