Ancient Greek
5.9 to 5.11
Epiphanius, Panarion (Adversus haereses) 5.9-2-11
Not analysed yet
πάντα γὰρ ταῦτα, εἰκόνες καὶ σύμβολα ὄντα, τῆς ἀληθείας φανερωθείσης μετετέθη· κατὰ με) τὸ φαινόμενον καὶ <τὸ> σωματικῶς ἐκτελεῖσθαι ἀνῃεέθη, κατὰ δὲ τὸ πνευματικὸν ἀνελήφθη, τῶν μὲν ὀνομάτων τῶν αὐτῶν μενόντων, ἐνηλλαγμένων Τε τῶν πραγμάτων. καὶ γὰρ προσφορὰρ προσφέρειν προσέταξεν ἡμῖν ὁ σωτήρ, ἀλλ᾿ οὐχὶ τὰς δι᾿ αλόγων ζῴων ἢ τούτων τῶν θυμιαμάτων, ἀλλὰ διὰ πνευματικῶν αἴνων καὶ δοξῶν καὶ εὐχαριστίας καὶ διὰ τῆς εἰς τοὺς πλησίον κοινωνίας καὶ εὐποιίας. καὶ περιτομὴν περιτετμῆσθαι ἡμᾶς βούλεται, ἀλλ᾿ οὐχὶ τὴς ἀκροβυστίας τὴς σωματικῆς, ἀλλὰ ἀλλὰ καρδίας τῆς πνευματικῆς καὶ τὸ σάββατον <δὲ> φυάσσειν·