Ancient Greek
Κατὰ Καρποκρασίων ζ, τῆς δὲ ἀκολουθίας κζ., Chapter 5
Epiphanius, Panarion (Adversus haereses) 5.3
Not analysed yet
καὶ τοῦτό ἐστι, φασίν, ὅπερ ὁ Ἰησοῦς ἐν τῷ εὐαγγελίῳ εἶπεν διὰ τῆς παραβολῆς ὅτι ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ἐν ᾧ εἶ ἐν τῇ ὁδῷ μετ’ αὐτοῦ κοὶ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ' αὐτοῦ, μή πως ὁ ἀντίδικος παραδῷ σε τῷ κριτῇ καὶ ὁ κριτὴς τῷ ὑπηρέτῃ, καὶ ὁ ὑπηρέτης βάλῃ σε εἰς φυλακήν· ἀμὴν λέγω σοί, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἴως ἄν ἀποδῷς τὸν ἔσχατον κοδράντην«. μῦθον δέ τινα πλάττουσιν οἱ αὐτοὶ πρὸς ἐπίλυσιν τῆς παραβολῆς ταύτης καί φασιν εἶναι τὸν ἀντίδικον ἐκεῖνον τῶν τὸν κόσμον πεποιηκότων ἀγγέλων ἕνα καὶ εἰς αὐτὸ τοῦτο κατεσκευάσθαι, εἰς τὸ ἀπάγειν τὰς ψυχὰς πρὸς τὸν κριτὴν τὰς ἐντεῦθεν ἐξερχομένας ἐκ τῶν σωμάτων ἐκεῖσε δὲ ἐλεγχομένας· μὴ ποιησάσας δὲ πᾶσαν ἐργασίαν παραδίδοσθαι ἀπὸ τοῦ ἄρχοντος τῷ ὑπηρέτῃ.