Ancient Greek
5.5 to 5.9
Epiphanius, Panarion (Adversus haereses) 5.5-9
Not analysed yet
ἄγγελον δὲ εἶναι τὸν ὑπηρέτην, ἐξυπηρετούμενον τῷ κριτῇ τῷ κοσμοποιῷ εἰς τὸ φέρειν τὰς ψυχὰς πάλιν καὶ εἰς σώματα καταγγίζειν διάφορα. εἶναι δὲ τὸν ἀντίδικον τοῦτον, ὅν ἔφημεν τὸν κύριον εἰρηκέναι ἐν τῷ εὐαγγελίῳ, ὅν] οὑτοι ἄγγελον ἄγγελον τῶν κοσμοποιῶν φασιν, ὄνομα ἔχοντα Διάβολον. φασὶ γὰρ εἶναι τὴν φυλακὴν τὸ σῶμα, τὸν δὲ ἔσχατον κοδράντην θέλουσιν εἶναι τὴν μετενσωμάτωσιν· *καθ’ ἑκάστην παρουσίαν σωμάτων ἐπιτελεῖν ἐσχάτην πρᾶξιν καὶ μηκέτι ὑπολείπεσθαι πρὸς τὸ ἀθέμιτόν τι πρᾶξαι. δεῖ γάρ, φασὶν ὡς προείπαμεν, πάντα<δι>ελθοῦσαν καὶ καθ’ ἕκαστον καὶ ἐλευθερωθεῖσαν ἐνελθεῖν πρὸς τὸν ἄνω ἄγνωστον, ὑπερβᾶσαν τοὺς κοσμοποιοὺς καὶ τὸν κοσμοποιόν. φασὶ δὲ πάλιν ὅτι δεῖ κἄν τε ἐν μιᾷ παρουσίᾳ τῆς μετενσωματώσεως πραξάσας λοιπὸν ἄνω ἐλευθερωθείσης ἀπιέναι· εἰ δὲ μὴ ἐν μιᾷ παρουσίᾳ πράξωσι, καθ' ἑκάστην παρουσίαν μετενσωματώσεως κατὰ βραχὺ ποιησάσας ἑκάστου ἔργου ἀθεμίτου τὴν ἐργασίαν λοιπὸν ἐλευθερω- θῆναι. λέγουσι δὲ πάλιν ὅτι τοῖς ἀξίοις ἀξίοις καταξιοῦμεν διηγεῖσθαι, ἵνα πράξωσι τὰ δοκοῦντα εἶναι κακά, οὐκ ὄντα δὲ φύσει κακά. ἵνα μαθόντες ἐλευθερωθῶσι. σφραγῖδα δὲ ἐν καυτῆρι ἢ δι’ ἐπιτηδεύσεως ξυρίου ἢ ῥαφίδος ἐπιτιθέασιν οὗτοι οἱ ἀπὸ Καρποκρᾶ ἐπὶ τὸν δεξιὸν λοβὸν τοῦ ὠτὸς τοῖς ὑπ' αὐτῶν ἀπατωμένοις.