Ancient Greek
Κατὰ Σατορνίλου, γ< γݲ ἀπὸ τῆς τοῦ κυρίου ἀκολουθίας κݲγݲ., Chapter 5
Epiphanius, Panarion (Adversus haereses) 5.6
Not analysed yet
ἵνα δὲ δείξῆ τί ἐργάζεται ὁ αὐτοῦ πατὴρ καὶ αὐτός, άπεφήνατο λέγων τοῖς ἐρωτήσασιν αὐτὸν εἰ χρὴ ἀπολύειν τὴν γυναῖκα κατὰ πᾶσαν αἰτίαν »πῶς γέγραπται; ὅτε ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς« καὶ πάλιν μεθ’ ἕτερα ὄτι »ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αύτοῦ κοὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν«, καὶ εὐθὺς προσεθηκε λέγων »ὃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω«· ὡς ἐξ ἅπαντος τὸν σωτῆρα διδάσκειν τὸν ποιητὴν τῶν ἀνθρώπων θεὸν εἶναι τῶν πάντων, αὐτοῦ δὲ πατέρα.