Ancient Greek
Κατὰ Σατορνίλου, γ< γݲ ἀπὸ τῆς τοῦ κυρίου ἀκολουθίας κݲγݲ., Chapter 5
Epiphanius, Panarion (Adversus haereses) 5.7
Not analysed yet
καὶ ὅτι ὁ γάμος οὐκ ἐκ τοῦ Σατανᾶ, ἀλλ’ ἐκ τοῦ θεοῦ τυγχάνει, πρῶτον μὲν ὁ κύριος λέγει· »ὃ ὁ θεός‘ φησίν »συνέχευξεν, ἄνθρωπος μὴ χωριζέτω«· εἶτα ὁ ἅγιος ἀπόστολος »τίμιος ὁ γάμος καὶ ἡ κοίτη αμίαντος«. ταῖς δὲ φύσει χηρευσάσαις ὡσαύτως παραγγέλλει, λέγων διὰ Τιμοθέου »νεωτέρας χήρας παραιτοῦ· μετὰ γὰρ τὸ καταστρηνιάσαι τοῦ Χριστοῦ γαμεῖν θέλουσι«, καὶ μεθ’ ἕδτερα »γαμειτωσαν τεκνογονείτωσαν οἰκοδεσποτείτωσαν«, ἀνυπέρβατον νόμον τιθέμενος, ἐκ Μ’ ὄντα καὶ κατὰ σεμνότητα ἀνθρώποις κεχαρισμένον.