Ancient Greek
5.7 to 5.8
Epiphanius, Panarion (Adversus haereses) 5.7-5-8
Not analysed yet
ὅθεν καί, ὡς ἀπό τινος ἀκήκοα, οὐ μόνον κλῶσι τοὺς ἄρτους έν οἷς ὁ αὐτὸς ὄφις εἰλήθη καὶ ἐπιδιδόασι τοῖς λαμβάνουσιν, ἀλλὰ καὶ ἕκαστος ἀσπάζεται τὸν ὄφιν ἐκ στόματος, ἤτοι γοητείᾳ τινὶ ἐπᾳσθέντος τοῦ ὄφεως εἰς ἡμερότητα ἢ ἐξ ἑτέρας ἐνεργείας διαβόλου πρὸς ἀπάτην τούτων ὑποκοριζομένου τοῦ ζῴου. προσκυνοῦσι δὲ τὸν τοιοῦτον καὶ εὐχαριστίαν ταύτην ἐπιφημίζουσι τὴν δί αὐτοῦ ἐνειληθέντος γεγενημένην καὶ αὐθις δί αὐτοῦ, ὥς φασι, τῷ ἄνω Πατρὶ ὕμνον ἀναπέμποντες οὕτως τὰ μυστήρια αὐτῶν ἐπιτελοῦσι.