Ancient Greek
Κατὰ Ὀφιτῶν ݲ, τῆς δὲ ἀκολουθίας λݲζݲ., Chapter 6
Epiphanius, Panarion (Adversus haereses) 6.1-11
Not analysed yet
6. Μωρίαν δὲ εἴποι τις ἂν καὶ χλεύης ἔμπλεον <τοῦτο>· καὶ οὔτε ἀνατροπῆς ἀπὸ θείας γραφῆς ἐπιζητουμένης δεήσει τοῦτο, ἀλλ’ αὐτὸ καθ’ ἑαυτὸ τῷ τὸν νοῦν ἔχοντι ἐρρωμένον κατὰ θεὸν γελοιῶδες δειχθήσεται. εὐθὺς γὰρ πᾶσα ἡ αὐτῶν κενοφωνία ληρώδης τις εὑρεθήσεται. |εἰ γὰρφ Προύνικόν φασιν εἶναι, πῶς ἀπ᾿ αὐτοῦ τοῦ ὀνόματος οὐ τὸ σαθρὸν τῆς διανοίας αὐτῶν φωραθήσεται, ὡς ἤδη προεῖπον; πᾶν γὰρ τὸ προυνικευόμενον ἄχρηστον· εἰ δὲ ἄχρηστον, οὐκ ἐν τοῖς προκριτέοις τακτέον. καὶ πῶς ἐπαινετὸν εἴη τὸ ἄχρηστον;