Ancient Greek
5.9 to 5.10
Epiphanius, Panarion (Adversus haereses) 5.9-4-10
Not analysed yet
ποῦ οὖν ἡ πραγματεία τοῦ Ζαχαρίου, ποῦ τὰ τῷ Λουκᾷ πεπραγματευμένα; ποῦ ἡ ὀπτασία τοῦ ἀγγέλου; ποῦ ἡ προφητεία Ἰωάννου τοῦ βαπτιστοῦ; ποῦ ἡ τοῦ Ζαχαρίου ἐπιτίμησις, τοῦ μὴ δύνασθαι αὐτὸν λαλεῖν ἄχρις οὗ γένηται τὰ ὑπὸ τοῦ ἀγγέλου λελαλημένα; ποῦ τὰ ὑπὸ τοῦ Γαβριὴλ τῂ παρθένῳ λεχθέντα; ποῦ ἡ παράστασις τῆς ἀσφαλείας, [τῆς] μετὰ συνέσεως τῆς Μαρίας αὐτῷ τῷ ἀγγέλῳ ἀποκριθείσης, ὡς ἠρώτα λέγουσα »πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; «καὶ ἡ μετὰ ἀκριβείας καθρὰ ὑφήγησις, ὡς εἶπεν αὐτῇ »πνεῦμα κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι; «