Ancient Greek
6.1 to 6.5
Epiphanius, Panarion (Adversus haereses) 6.1-15-5
Not analysed yet
6. Τί οὖν ἐροῦμεν; ἐπεὶ μὴ κατήγγειλεν ὁ Ματθαῖος τὰ ὑπὸ τοῦ Λουκᾶ ῥηθέντα, ἄρα ἀσύμφωνος εἴη ὁ ἅγιος Ματθαῖος πρὸς τὴς ἀλήθειαν; ἢ οὐκ ἀληθεύει ὁ ἅγιος Λουκῆς, εἰπὼν <οὐδὲν> περὶ τῶν πρώτων τῷ Ματθαίῳ πεπραγματευμένων; οὐχὶ ἑκάστῳ ἐμέρισεν ὁ θεός, ἵνα οἰ τέσσαρες εὐαγγελισταὶ ὀφείλοντες κηρῆξαι εὕρωσιν ἕκαστος τί ἐργάσωνται καὶ τὰ μὲν συμφώνως καὶ ἴσως κηρύξωσιν, ἵνα δείξωσιν ὅτι ἐκ τῆς αὐτῆς πηγῆς ὥρμηνται, τὰ δὲ ἑκάστῳ παραλειφθέντα ἄλλος διηγήσηται, ὡς ἔλαβε παρὰ τοῦ πνεύματος μέρος τῆς ἀναλογίας; τί δὲ ποιήσωμεν; Ματθαίου μὲν κηρύττοντος ἐν Βηθλεὲμ τὴν Μαριὰμ γεγεννηκέναι, κατά <τε> τὰς παρ᾿ αὐτῷ γενεαλογίας ἀπὸ Ἀβραὰμ καὶ Καυὶδ *τὴν ἔνσαρκον Χριστοῦ θεοφάνειαν, ὡς οὐχ εὑρίσκεται ὁ ἅγιος Μάρκος ταῦτα λέγων, ἀλλὰ ἀπὸ τῆς ἐν τῷ Ἰορδάνῃ πραγματείας ποιεῖται τὴν εἰσαγωγὴν τοῦ εὐαγγελίου καί φησιν »ἀρχὴ τοῦ εὐαγγελίου, ὡς γέγραπται ἐν Ἰσαΐᾳ τῷ προφήτῃ, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ«, *. οὕτω καὶ τὰ τῷ ἑγίῳ Ἰωάννῃ πεπραγματευμένα καὶ ἐν ἁγίῳ πνεύματι ἠσφαλισμένα τὴν φροντίδα ἔσχεν, οὐ περὶ τῶν ἤδη κεκηρυγμένων πολλάκις μόνον λέγειν, ἀλλὰ περὶ τῶν ἀναγκαίως ὑπὸ τῶν ἄλλων εἰς αὐτὸν κηρυγμάτων καταλειφθέντων.