Ancient Greek
Κατὰ Σεκουνδιανῶν οἶς συνήφθη Ἐπιφάνης καὶ Ἰσίδωρος ιݲβݲ, τῆς δὲ άκολουθίας λݲβݲ., Chapter 6
Epiphanius, Panarion (Adversus haereses) 6-4
Not analysed yet
6. Εἶτα οἱ καλῶς συγγραψάμενοι τὴν ἀλήθειαν <περὶ> τούτων ἐν τοῖς σφῶν αὐτῶν συγγράμμασιν ἤλεγξαν <αὐτούς>, Κλήμης τε, φασί τινες Ἀλεξανδρέα, ἔτεροι δὲ Ἀθηναῖον), ἀλλὰ καὶ ὁ ἱερὸς Εἰρη- ναῖος καταγελῶν αὐτῶν τὸ τραγικὸν ἐκεῖνο ὅ] ἐπὶ τοῖς προειρη- μένοις εἰς μέσον φέρων ἡκεν · »ἰοὺ ἰοὺ καὶ φεῦ φεῦ. τὸ τραγικὸν ὡς ἀληθῶς ἐπειπεῖς ἔστιν ἐπὶ τῇ τοιαύτῃ συμφορᾷ τῶν τὰ γελοιώδη ταῦτα γεγραφότων τῆς τοιαύτης ὀνοματοποιίας καὶ τῇ τοσαύῃ τόλμη, ὡς ἀπερυθριάσας τῷ ψεύσματι αὐτοῦ ὀνόματα τέθεικεν. ἐν γὰρ τῷ λέ γειν »ἔστιν τις προαρχὴ πρὸ πάντων προανεννόητος, ἥν ἐγὼ Μονότητα καλῶ«, καὶ πάλιν »ταύτῃ τῇ Μονότητι συνυπάρχει δύναμις, ἥν καὶ αὐτὴν δνομάζω Ἐνότητα«, σαφέστατα ὅτι τε πλάσμα αὐτοὺ ἐστι τὰ εἰρημένα ὡμοόγηκε καὶ ὅτι αὐτὸς ὀνόματα τέθεικε τῷ πλάσματι, ὑπὸ μηδενὸς πρότερον ἄλλου τεθειμένα. καὶ σαφές ἐστιν ὅτι αὐτὸς ταῦτα τετόλμηκεν όνοματοποτῆσαι, καὶ εἰ μὴ παρῆν τῷ βίῳ αὐτός, οὐκ ἄν ἡ ἠλήθεια εἶχεν ὄνομα. οὐδὲν οὖν κωλύει καὶ ἄλλον τινὰ ἐπὶ τῆς αὐτῆς ὑποθέσεως οὕτως ὁρίσασθαι όνόματα· εἶτα λοιπὸν εἰς ταῦτα ὁ αὐτὸς μακάριος Εἰρηναίος, ὤς γε προείπαμεν, γελοιώδη ἡήματα καὶ αὐτὸς †προεῖπεν, ἑτερωνυμίαν ἀφ’ ἐαυτοῦ ὡς ἀντάξια τῆς αὐτῶν ληρῳδίας χαριεντιζόμενος, πεπόνων γένη καὶ σικύων καὶ κολοκυνθῶν ὡς ἐπὶ ὺποκει- μένων τινῶν ἐπιπλασάμενος, †ὡς τοῖς τοῖς φιλοόγοις ἂν εἴη ἀφ ων προανεγνωσαν.