Ancient Greek
Κατὰ Σηθιανῶν ιθ, τῆς δὲ ἀκολουθίας λݲθݲ., Chapter 6
Epiphanius, Panarion (Adversus haereses) 6-7
Not analysed yet
6. Ὡς δὲ ἐν τοῖς Ἰωβηλαίοις εὑρίσκεται, τῇ καὶ λεπτῇ Γενέσει καλουμένῃ, καὶ τὰ ὀνόματα τῶν γυναικῶν τοῦ τε Κάϊν καὶ τοῦ Σὴθ ἡ βίβλος περιέχει, ἵνα κατὰ πάντα τρόπον οὗτοι καταισχυνθῶσιν οἱ τοὺς μύθους τῷ βίῳ ῥαψῳδήσαντες. τοῦ γὰρ Ἀδὰμ γεννήσαντος υἱοὺς κοὶ θυγατέρας ἀνάγκη γέγονε κατ᾿ ἐκεῖνο καιροῦ ἀδελφαῖς ταῖς ἰδίαις συναφθῆναι τοὺς παῖδας· οὐ γὰρ ἦν παράνομον τὸ τοιοῦτον. ἐπεὶ μηδὲν ἕτερον γένος ἦν. καὶ γὰρ καὶ αὐτὸς ὡς ἔπος εἰπεῖν ὁ Αδὰμ τῇ ἰδίᾳ θυγατρὶ σχεδὸν τῇ ἐκ τοῦ σώματος αὐτοῦ καὶ ὀστέων πλασθείσῃ συνήφθη, κατὰ συζυγίαν αὐτῷ ἐκ θεοῦ πεπλασμένῃ, καὶ οὐκ ἦν παράνομον. οἴ τε τούτου υἱοὶ συνήφθησαν, ὁ μὲν Κάϊν τῇ ἀδελφῇ τῇ μείζονι Σαυὴ οὕτω καλουμένῃ, ὁ δὲ Σὴθ τρίτος υἱὸς μετὰ τὸν Ἄβελ γεννηθεὶς τῇ λεγομένῃ αὐτοῦ ἀδελφῇ Ἀζουρᾷ. γεγόνασι δὲ τῷ Ἀδὰμ καὶ ἄλλοι υἱοί, ὡς ἡ λεπτὴ Γένεσις περιέχει, ἐννέα μετὰ τοὺς τρεῖς τούτους, ὡς εἶναι αὐτῷ δύο μὲν θυγατέρας, ἄρρενας δὲ δώδεκα, ἕνα μὲν ἀποκτανθέντα, ἕνδεκα δὲ περιλειφθέντας τῷ βίῳ. ἔχεις δὲ καὶ τούτων τὴν ἔμφασιν ἐν τῇ Γενέσει τοῦ κόσμου καὶ πρώτῃ βίβλῳ παρὰ Μωυσῇ, οὕτω φασκούσῃ »καὶ ἔζησεν᾿ Ἀδὰμ ἔτη ἐννακόσια τριάκοντα, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν«.