Ancient Greek
Κατὰ Σατορνίλου, γ< γݲ ἀπὸ τῆς τοῦ κυρίου ἀκολουθίας κݲγݲ., Chapter 6
Epiphanius, Panarion (Adversus haereses) 6.1-3
Not analysed yet
6. Περὶ δὲ τῶν κατὰ τῶν θεοῦ προφητειῶν ὑπ' αὐτοῦ σεσυκοφαντημένων ὑπονοιῶν, ὡς μὴ εἶναι αὐτὰς ἐκ θεοῦ, μυρία ἔστιν εἰπεῖν, ὡς αὐτὸς λέγει ὁ μονογενής, †ἐξ ὡν τὸν κόσμον ἑαυτοῦ εὐαγγελιζόμενος λέγει, πρῶτον μὲν ὅτι »Ἀβραὰμ ὁ πατὴρ ἡμῶν ἐπεθύμησεν ἰδεῖν τὴν ἡμέραν μου, καὶ εἶδεν καὶ ἐχάρη«, καὶ πάλιν φησίν »εἰ ἐπιστεύετε Μωυσῇ, ἐπιστεύετε ἂν ἐμοί· ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἐγραψεν«.