Ancient Greek
Κατὰ Ὀσσαίων, ἀπὸ Ἰουδαϊσμοῦ αἱρέσεως ςݲ, τῆς δὲ, Chapter 6
Epiphanius, Panarion (Adversus haereses) 6.2-2
Not analysed yet
καὶ μάλιστα τοῦ κυρίου εὐθὺς λέγοντος ἔν τε τῷ νόμῳ καὶ ἐν τῷ εὐαγγελίῳ »οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι« »οὐ λήψῃ ὄνομά τινος ἑτέρου ἐπὶ ὅρκῳ«, καὶ πάλιν ἐν τῷ εὐαγγελίῳ λέγοντος »μὴ ὀμνύναι μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἕτερόν τινα ὅρκον, ἀλλ᾿ ἤτω ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ· τὸ περισσότερον γὰρ τούτων ἐκ τοῦ πονηροῦ ὑπάρχει«.