Ancient Greek
6.3 to 6.5
Epiphanius, Panarion (Adversus haereses) 6.3-2-5
Not analysed yet
ἐγὼ δὲ περὶ τούτου νομίζω θεσπίσαι τὸν κύριον διὰ τὸ μέλλειν τινὰς λέγειν ἐν ἄλλοις ὀνόμασιν ὅρκον προβάλλεσθαι· πρῶτον μὲν οὐν ὅτι οὐ δεῖ ὀμνύναι οὔτε αὐτὸν τὸν κύριον οὔτε ἄλλον τινὰ ὅρκον· <ἐκ> τοῦ γὰρ πονηροῦ ἐστι τὸ πονηρὸς δὲ ἄρα καὶ ὁ ἐν τῷ Ἠλξαΐ λαλήσας, ὁ καταναγκάσας οὐ μόνον ἐν θεῷ ὀμνύναι, ἀλλὰ καὶ ἐν ἁλὶ καὶ ἐν ὕδατι καὶ <ἐν καὶ> ἐν αἰθέρι καὶ ἐν ἀνέμῳ καὶ ἐν τῇ γῇ καὶ ἐν οὐρανῷ. δὲ ὡς ἐν παρόδῳ διὰ τῶν δύο λόγων πρὸς ἀντίθεσιν τῆς αὐτοῦ πλάνης ἀντιδότῳ χρήσασθαι τὸν βουλόμενον ἰατρευθῆναι. παρελθὼν δὲ τούτου τὴν ἐρεσχελίαν καὶ τὸ ὕπουλον ταύτης τῆς αἱρέσεως ἐφεξῆς ποιήσομαι τῆς ἑβδόμης αἱρέσεως τὸν ἔλεγχον, τῆς παρὰ τοῖς αὐτοῖς τότε νομιτευομένης καὶ ἔστιν αὕτη·