Ancient Greek
Κατὰ Πτολεμαϊτῶν ιݲγݲ, τῆς δὲ ἀκολουθίας λݲγݲ., Chapter 6
Epiphanius, Panarion (Adversus haereses) 6.6-3
Not analysed yet
ταῦτα δὲ καὶ οἰ μαθηταὶ αὐτοῦ καὶ ὁ ἀπόστολος Παῦλος ἔδειξε, τὸ μὲν τῶν εἰκόνων, ὡς ἤδη εἴπομεν, διὰ τοῦ πάσχα καὶ τῶν ἀζύμων δείξας δι᾿ ἡμᾶς, τὸ δὲ τοῦ συμπεπλεγμένου νόμου τῇ ἀδικίᾳ, ἐπών »τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι κατηργῆσθαι«, τὸ δὲ τοῦ ἀσυμπλόκου τῷ χείρονι, »ὁ μὲν νόμος« εἰπών »ἅγιος, καὶ ἡ ἀντολὴ ἁγία καὶ δικάία καὶ ἀγαθή«.