Ancient Greek
7.1 to 7.4
Epiphanius, Panarion (Adversus haereses) 7.1-9-4
Not analysed yet
7. Ὡς μὲν οὖν συντόμως ἔστιν εἰπεῖν, αὐτάρκως οἶμαί σοι δεδεῖχθαι καὶ τὴν ἐξ ἀνθρώπων παρεισδύσασαν νομοθεσίαν καὶ αὐτὸν τὸν τοῦ θεοῦ νόμον τριχῆ διαιρόμενον. περιλείπεται Τε ἡμῖν τίς ποτέ ἐστιν οὖτος ὁ θεὸς ὁ τὸν νόμον δέμενος. ἀλλὰ καὶ τοῦτο ἡγοῦμαί σοι δεδεῖχθαι ἐπὶ τῶν προειρημένων, εἰ ἐπιμελῶς ἀκήκοας. εἰ γὰρ μήτε ὑπ᾿ αὐτοῦ τοῦ τελείου δεοῦ τέθειται οὖτος, ὡς ἐδιδάξαμεν, μήτε μὴν ὑπὸ ροῦ διαβόλου, ὅ μηδὲ δεμιτόν ἐστιν εἰπεῖν, ἔτερός τίς ἐστι παρὰ τούτους οὖτος ὁ δέμενος τὸς νόμον. οὖτος δὲ δημιουργὸς καὶ ποιητὴς τοῦδς τοῦ παντός ἐστι κόσμου καὶ τῶν ἐν αὐτῷ· ἕτερος ὤν παρὰ τὰς τούτων οὐσίας μέσος >τοὐτων καθεστώς, ἐνδίκως καὶ τὸ τῆς μεσότητος ὅνομα ἀποφέροιτο ἄν.