Ancient Greek
κατὰ τῆς αἱρέσεως τῆς μὴ δεχομένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν λݲαݲ, τῆς δὲ ἀκολουθίας νݲαݲ., Chapter 6
Epiphanius, Panarion (Adversus haereses) 6.6-4
Not analysed yet
Ἡ γὰρ πᾶσα τῶν εὐαγγελίων ὐπόθεσις τοιοῦτον εἶχε τὸν τρόπον. Ματθαίου μὲν γὰρ κεκηρυχότος τὸν Χριστὸν γεννηθέντα καὶ ἐκ πνεύματος ἁγίου συλληφθέντα, ἐκ σπέρματός <τε> Δαυὶδ καὶ Ἀβραὰμ κατὰ σάρκα οἰκονομηθέντα, πλάνη τις γεγένηται τοῖς μὴ νενοηκόσιν (οὐ τοῦ εὐαγγελίου αἰτίου ὄντος αὐτοῖς εἰς τὸ πλανηθῆναι, ἀλλὰ τῆς αὐτῶν διανοίας πεπλανημένης) τὰ εἰς παράστασιν τῆς περὶ τῶν αὐτῶν πληροφορίας ἀπὸ τοῦ εὐαγγελίου καλῇ ὑπονοίᾳ ἐπινενοημένα.