Ancient Greek
Κατὰ Ὀφιτῶν ݲ, τῆς δὲ ἀκολουθίας λݲζݲ., Chapter 6
Epiphanius, Panarion (Adversus haereses) 6.7-2
Not analysed yet
πῶς οὖν βασιλεὺς ἐπουράνιος ὁ ὄφις, εἴπερ κατὰ τοῦ Πατρὸς ἐγήγερται; πῶς δὲ εἰ τὴν γνῶσιν δίδωσιν, ἐν ἀπάτῃ καταγγέλλεται ἠπατηκέναι τὴν Εὔαν; ὁ δὲ δί ἀπάτης γνῶσιν ἐντιθεὶς οὐκέτι γνῶσιν δίδωσιν, ἀλλὰ ἀντὶ γνώσεως ἀγνωσίαν, ὡς καὶ ἀληθῶς ἔστιν ἰδεῖν ὅτι τοῦτο ἐν αὐτοῖς τελειοῦται. ἀγνωσίαν γὰρ ἔχοντες γνῶσιν ταύτην νομίζουσιν, ἐν τούτῳ ἀληθεύοντες ἐν τῷ τὴν ἑαυτῶν γνῶσιν ἀπάτην καὶ ἀγνωσίαν λέγειν.