Ancient Greek
7.1 to 7.5
Epiphanius, Panarion (Adversus haereses) 7.1-11-5
Not analysed yet
7. Φέρουσι δὲ καὶ ἄλλας μαρτυρίας λέγοντες ὅτι καὶ Μωυσῆς έν τῇ ἐρήμῳ τὸν ὄφιν τὸν χαλκοῦν ὕψωσε προστησάμενος, ἴνα ἴαμα τοῖς ὑπὸ ὄφεως δακνομένοις γένηται. εἶναι γὰρ τοῦτο τὸ εἶδος ἰατικὸν τοῦ δήγματος λέγουσι. πάλιν δὲ καθ’ ἑαυτῶν ταῦτα ὁρίζονται. εἰ γὰρ ὄφεων ἠν τὰ δήγματα, βλαβερὰ δὲ ταῦτα, ἄρα ὁ ὄφις οὐκ ἀγαθός. τὸ δε ὑψωθὲν ὑπὸ Μωυσέως τότε διὰ τῆς θεωρίας τὴν ἴασιν ἐποιεῖτο, οὐ διὰ τὴν τοῦ ὄφεως φύσιν ἀλλὰ τὴν τοῦ θεοῦ εὐδοκίαν, δι᾿ ὄφεως ὥσπερ ἀντίδοτον τοῖς τότε δεδηγμένοις ἐργαζομένου. οὐδὲν δὲ θαυμαστὸν εἰ δι᾿ ὡν τις ἐβλάβη, διὰ τούτων θεραπείας ἔτυχεν· καὶ μή τις κακιζέτω τὴν τοῦ θεοῦ κτίσιν, ὡς ἄλλοι πλανώμενοι πάλιν λέγουσι. προετυποῦτο δὲ τοῦτο τοῖς ἐν τῇ ἐρήμῳ διὰ τὴν αἰτίαν, ἣν ἐλθὼν ὁ κύριος λέγει ἐν τῷ εὐαγγελίῳ ὅτι »ὡς ὕψωσε Μωυσῆς τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου«, ὃ καὶ γέγονεν. δίκην γὰρ ὄφεως ἀτιμάσαντες τὸν σωτῆρα ἀπὸ ἀπὸ ἐπιβουλῆς τῆς τοῦ ὄφεως ἠδικοῦντο, φημὶ δὲ τοῦ διαβόλου. καὶ καθάπερ ἐν τῷ ὑψώματι τοῦ ὄφεως ἴασις ἐγίνετο τοῖς δεδηγμένοις, οὕτως ἐπὶ τῇ τοῦ Χριστοῦ σταυρώσει λύτρα γέγονε ταῖς ἡμῶν ψυχαῖς ἀπὸ τῶν ἐν ἡμῖν γενομένων δηγμάτων τῆς ἁμαρτίας.