Ancient Greek
Κατὰ Ἀρχοντικῶν κݲ, τῆς δὲ ἀκολουθίας μݲ., Chapter 6
Epiphanius, Panarion (Adversus haereses) 6.9-2
Not analysed yet
καὶ ἀνῄρηται παρὰ τούτοις ἡ πεπλανημένη μυθοποιία, κἂν λέγῃ ἡ γραφή »ὡς ὁ Κάϊν ἀπέκτεινε τὸν ἀδελφὸν αὐτοῦ, ὅτι ἐκ τοῦ διαβόλου ἦν«. ἐδείχθη γὰρ παντάπασιν, >οὐχὶ διὰ τὸ τὴν Εὔαν, ἐκ τοῦ σπέρματος τοῦ διαβόλου συλλαβοῦσαν ὡς κατὰ συζυγίαν γάμου καὶ συνάφειαν σωμάτων, γεγεννηκέναι τὸν Κάϊν καὶ τὸν Ἄβελ, ὡς τούτοις εδοξεν, ἀλλὰ διὰ τὸ ὁμότροπον καὶ μίμημα τῆς τοῦ διαβόλου κακοτροπίας υἱὸς αὐτοῦ ἤκουσε.