Ancient Greek
7.1 to 7.2
Epiphanius, Panarion (Adversus haereses) 7.1-13-2
Not analysed yet
7. Πάλιν δὲ λέγουσιν οἱ αὐτοὶ τὸν Ἀδὰμ συναφθέντα τῇ Εὔᾳ τῇ ἰδίᾳ γαμετῇ γεγεννηκέναι τὸν Σήθ, φύσει ἴδιον αὐτοῦ υἱόν. καὶ τότε φασὶ τὴν ἄνω δύναμιν σὺν τοῖς ὑπουργοῖς τοῦ ἀγαθοῦ θεοῦ ἀγγέλοις καταβεβηκέναι καὶ ἡρπακέναι αὐτὸν τὸν Σήθ, ὃν καὶ Ἀλλογενῆ καλοῦσι, καὶ ἀνενηνοχέναι ἄνω που καὶ ἀναθρέψαι χρόνῳ ἱκανῷ, ἴνα μὴ ἀποκτανθῇ, καὶ μετὰ χρόνον πολὺν πάλιν κατενηνοχέναι εἰς τόνδε τὸν κόσμον καὶ πνευματικὸν ἀπεργάσασθαι αὐτὸν καὶ †σωματικόν, εἰς τὸ μὴ κατισχύειν τόν τε >κατ᾿ αὐτοῦ καὶ τὰς ἄλλας ἐξουσιας καὶ ἀρχὰς τοῦ κοσμοποιοῦ θεοῦ.