Ancient Greek
Κατὰ Ὡριγένους τοῦ καὶ Ἀδαμαντίου μݲδݲ, τῆς δὲ ἀκολουθίας ξݲδݲ., Chapter 61
Epiphanius, Panarion (Adversus haereses) 61
Not analysed yet
61. Τρεῖς τὰρ νόμους ὑποτιθέμενος ἀναφανδὸν ὁ Παῦλος ἐνταῦθά μοι καταφαίνεται· ἕνα μὲν τὸν κατὰ τὸ ἔμφυτον ἐν ἡμῖν ἀγαθόν, ὅν καὶ νόμον σαφῶς νοὸς ἐκάλεσεν, ἕνα δὲ τὸν ἐκ προσβολῆς συνιστάμενον τοῦ πονηροῦ καὶ εἰς τὰς ἐμπαθεῖς ἐξέλκοντα πολλάκις φαντασίας τὴν ψυχήν, ὃν ἀντιστρατεύεσθαι τῷ νόμῳ τοῦ νοὸς ἔφη, καὶ ἕτερον τὸν κατὰ τὴν ἁμαρτίαν ἐκ τῆς ἐπιθυμίας ἐνσκιρρώσαντα ἐν τῇ σαρκί, ὃν ἁμαρτίας νόμον οἰκοῦντα ἐν τοῖς λέλεσιν ἐκάλεσεν· ᾧ ἐπιβαίνων ὁ πονηρὸς καὶ ἐποχούμενος πολλάκις καθ᾿ ἡμῶν ἐγκελεύεται, πρὸς ἀδικίαν ἡμᾶς καὶ πράξεις συνελαύνων κακάς. ὁ γὰρ ἔξωθεν εἰσπνεόμενος ἀπὸ τοῦ πονηροῦ νόμος καὶ διὰ τῶν αἰσθήσεων καθάπερ ἀσφαλτῶδες ῥεῦμα ἔνδον εἰς αὐτὴν ἐκχεό- μενος τὴν ψυχὴν ύπὸ τοῦ ἐν τῇ σαρκαὶ κατὰ τὴν ἐπιθυμίαν ὑπάρχοντος κραταιοῦται νόμου. φαίνεται γὰρ ὡς ἐν αὐτοῖς ἡμῖν τὸ με) βέλτιον τὸ δὲ χεῖρον ὄν, καὶ ὄταν μὲν τὸ βέλτιον φύσει τοῦ χείρονος ἐγκρατέστερον γενηθῇ, φέρεται ὅλος πρὸς τὸ ἀγαθὸν ὁ νοῦς· ὅταν δὲ τὸ χεῖρον ἐπιβρίσῃ πλεονάσαν, ὃ ἀντιστρατεύεσθαι τῷ ἐν ήμῖν λέγεται ἀγαθῷ, ἄγεται πάλιν ἀθτιστρόφως πρὸς φαντασίας παντοδαπὰς ὁ ἄνθρωπος καὶ λογισμοὺς χείρονας.