Ancient Greek
Κατὰ μελχισεδεκιανῶν λε, τῆς δὲ άκολουθίας νݲεݲ., Chapter 7
Epiphanius, Panarion (Adversus haereses) 7-6
Not analysed yet
7. Ἰουδαῖοι δὲ πάλιν φάσκουσι τὸν τοιοῦτον δίκαιον μὲν εἶναι καὶ ἀγαθὸν καὶ ἱερέα τοῦ ὑψίστου, ὡς ἔχει ἡθεία γραφή, διὰ δὲ τὸ υἱὸν αὐτὸν εἶναι πόρωης, φασί, τῆν μητέρα αὐτοῦ μὲη γεγράφθαι μηδὲ τὸν πατέρα αὐτοῦ γινώσκασθαι. ἐξέπεσε δὲ καὶ τούτων ὁ ληρώδης λόγος. καὶ γὰρ καὶ ῥαὰβ πόρνη ὑπῆρχε καὶ ἔστι γεγραμμένη, καὶ Ζαμβρὶ πορνεύσας γέγραπται καὶ Χασβιεὶ μετ’ αὐτοὺ, καίπερ ἀλλοτρία οὖσα καὶ οὐκ ἀπὸ γένους Ἰσραὴλ ἀναγομένη. *καὶ »πᾶας ὁ μὴ διὰ τῆς θύρας είσερχό9μενος, ὡς ἔφη τὸ ἅγιον εὐαγγέλιον, λῃστὴς καὶ οὐ ὢν ποιμὴν ὑπάρχει«. Ἐν δὲ τῇ ἐκκλησίᾳ φύσει τινὲς διαφόρως τοῦτον τὸν Μελχισεδὲκ ὁρίζονται. οἱ μὲν γὰρ αὐτὸν νομίζουσι φύσει τὸν υἱὸν τοῦ θεοῦ, ἐν ἰδέᾳ δὲ ἀνθρώπου τότε τῷ Ἀβραὰμ πεφηνέναι. ἐκπίπτουσι δὲ καὶ αὐτοὶ τοῦ προκειμένου· οὐ γάρ τις ἑαυτῷ ὅμοιος γενήσεταί ποτε, ὡς ἔχει ἡ θεία γραφὴ ὅτι »ἀφομοιούμενος τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκες«. τῷ ὄντι δὲ »ὁ μὴ γενεαλογούμενος ἐξ αὐτῶν τὸν Ἀβραὰμ δεδεκάτωκεν«· ἐπειδὴ γὰρ οὐκ ἐξ αὐτῶν τῶν Ἰσραγλιτῶν γενεαλογεῖται, γενεαλογεῖται δὲ ἐξ ἀνθρώπων ἄλλων. τούτων πάντων τὸν κατάλογον ποιηςάμενοι, <ὧν> διὰ τὴν αἵρεσιν ταύτην ἐπεμνήσθημεν, [καὶ] ὡς ἐν παρεκβάσει περὶ τούτων διηγηςάμεθα.