Ancient Greek
Κατὰ Ὡριγένους τοῦ καὶ Ἀδαμαντίου μݲδݲ, τῆς δὲ ἀκολουθίας ξݲδݲ., Chapter 7
Epiphanius, Panarion (Adversus haereses) 7-8
Not analysed yet
7. Ταῦτα δὲ ἠμῖν ἐν προοιμίῶ λέλεκται, εἰς μέγιστον ἀγῶνα καὶ ὁμολογουμένως ὑπὲρ ἠμᾶς καὶ τὴν ἔξιν ἠμῶν ἀναγκαζομένοις ὑπὸ τῆς πολλῆς σου φιλομαθείας καὶ δυσωπουμένοις ὑπὸ τῆς χρηστότητός σου καὶ τῆς μετριότητος, ἱερὶ Ἀμβρόσιε, κατελθεῖν. καὶ ὅτι γε ἐπὶ πολὺ ἀναδυόμενόν με, διὰ τὸ εἰδέναι τὸν κίνδυνον οὐ μόνον τοῦ λέγειν περὶ τῶν ἁγίων, ἀλλὰ πολλῷ πλέον τοῦ γράφειν καὶ κατὰ προτροπὴν θεότητος εἰς τοῦτο ἤγαγές [με], μάτρυς ἔσῃ μοι πρὸς θεὸν μεθ᾿ ὅλου τοῦ βίου καὶ περὶ τῶν ὐπηγορευμένων ἐξεταζομένῳ, ποίᾳ τε προθέσει τοῦτο γεγένηται. καὶ πῆ μὲν ἐπιτυγδχάνομεν, πῆ δὲ ἢτοι βιαζόμεθα βιαιότερο, ἢ *δοκοῦμεν *τι λέγειν. ἐξιχνεύσαμεν δὲ τὸ γεγραμμένον, οὐ καταρονοῦντες τοῦ »ὅτε λέγεις περὶ θεοῦ, κρίνῃ ὑπὸ θεοῦ« καλῶς εἰρημένου, καὶ τοῦ »περὶ θεοῦ καὶ τἀληθῆ λέγειν κίνδυνος οὐ μικρός«. Ἕως ὧδε τὰ ἀπὸ απὸ Ὠριγένους.